Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.118 Joseph. AJ 19.124 (English) >>Joseph. AJ 19.129

19.122σπασάμενοι τὰ ξίφη, προειστήκει δʼ αὐτῶν Σαβῖνος χιλιαρχῶν οὐ διʼ ἀρετὴν καὶ γενναιότητα προγόνων, μονομάχος γὰρ ἦν, ἰσχύι δὲ σώματος τὴν ἐπὶ τοιούτοις κτησάμενος ἄθροισιν ἀρετήν, διεξῄεσαν τῆς οἰκίας ἀνερευνώμενοι τοὺς σφαγέας τοῦ Καίσαρος. 19.123Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπʼ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων. 19.124καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων. 19.125τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν· τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας. 19.126καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.118 Joseph. AJ 19.124 (English) >>Joseph. AJ 19.129

Powered by PhiloLogic